Αναζήτηση

Δευτέρα 7 Οκτωβρίου 2013

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
EΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΟΝΟΜΑΖΟΜΕΝΗΝ

Γ Ι Α Τ Ρ Ι Σ Σ Α Ν

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια 
 
 
 

ΠΑΝΑΓΙΑ Η ΓΙΑΤΡΙΣΣΑ 
έργο ιερομονάχου Φιλοθέου Κουτλουμουσιανού
πιστό αντίγραφο εκ του πρωτοτύπου της Εφεστίου και Θαυματουργού Ιεράς Εικόνας
που βρίσκεται στο Καθολικό της Ιεράς Μονής Κουτλουμουσίου Αγίου Όρους.
Η παρούσα εικόνα τίθεται μόνιμα σε προσκύνηση
στον Ιερό Ναό Κοιμήσεως της Θεοτόκου Επανομής.



ΕΞΑΙΡΕΤΩΣ ΤΙΜΩΜΕΝΗΝ ΕΝ ΕΠΑΝΟΜῌ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΤΙΜΑΤΑΙ ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΤΗΣ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ
*****************************************************************************

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐν στυλαρίῳ εὐρεθεῖσαν μορφήν σου, Στυλαρινή, εὖχος σεπτόν Προκοννήσου, Ἰάτρισσα πανύμνητε, πιστῶν γλυκασμέ, πίστει ἀσπαζόμεθα ἐν τῷ Κουτλουμουσίῳ καὶ αὐτῆς ἀντίγραφον ἱερόν, Θεοτόκε,
ἐν τῇ εὐάνδρῳ νῦν Ἐπανομῇ, τῇ προσφευγούσῃ σῇ χάριτι πάντοτε.

Δόξα. Καὶ νῦν.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·

" Στυλαρινὴ Ἰάτρισσα, Ἐπανομὴν σκέπε. Χ. Μ."

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Σωφρόνως, δικαίως καὶ εὐσεβῶς
ἀνύειν τὸν βίον
καταξίωσον τοὺς πιστῶς
μορφήν σου σεπτὴν ἀσπαζομένους,
Στυλαρινὴ Θεοτόκε, Ἰάτρισσα.

Ταμεῖον χαρίτων, Στυλαρινή,
ἀσύλητον πέλει
τὸ ἀντίγραφον σῆς μορφῆς,
ὃ ἔχει Ἐπανομή, Παρθένε,
ὡς τιμαλφῆ ὄλβον, Μῆτερ Ἰάτρισσα.

Ὑμνοῦντες ταχεῖάν σου ἀρωγὴν
ἐν βίου ταῖς ζάλαις
προσκυνοῦμεν, Στυλαρινή,
εἰκόνος σου ἔκτυπον τὸ θεῖον
Ἐπανομῆς ἐν Ναῷ σῆς Κοιμήσεως.

 Λαμπὰς ὡς πυρφόρος ἐν Μαρμαρᾷ
εὑρέθη εἰκών σου
ἡ ἁγία, Στυλαρινή,
ἡ λύουσα ζόφωσιν σῶν δούλων
ἀσπαζομενων αὐτὴν μετὰ πίστεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἀνιάτων νοσοῦντας,
Μῆτερ Θεοῦ, ἴασαι
τάχος χάριτί σου ἁγία
ἀσπαζομένους σου
ἐν πόλει Ἐπανομῆς,
Στυλαρινή, τῆς μορφῆς σου
ἀκριβὲς ἀντίγραφον,
κόσμου Ἰάτρισσα.

Ῥαντισμῷ πρεσβειῶν σου,
Στυλαρινὴ Δέσποινα,
τῶν θεοπειθῶν, Θεοτόκε,
πάντας ἁγίαζε
τοὺς προσκυνοῦντας πιστῶς
σὴν σεβασμίαν εἰκόνα,
Μαρμαρᾶ ὑπάρχουσαν
νήσου Ἰάτρισσαν.

Ἰαμάτων χειμάῤῥους
καὶ ποταμὸς χάριτος
ὤφθη ἡ ἁγία εἰκών σου,
Μῆτερ Ἰάτρισσα,
Στυλαρινὴ θαυμαστή,
Ἐπανομῆς ἀντιλῆπτορ,
εὐσεβῶν τὰ τραύματα
ἡ θεραπεύουσα.

Νῦν, Ἰάτρισσα Μῆτερ,
Στυλαρινὴ ἄχραντε,
Κεχαριτωμενη Παρθένε,
πάντες προστρέχοντες
Ἐπανομῆς εἰς Ναὸν
Κοιμήσεώς σου πανσέπτου
χάριν ἐξ εἰκόνος σου
ἀπαρυόμεθα.

Ἰάτρευσον,
Στυλαρινή, τῶν προσφύγων σου ἀλγηδόνας
ἐν τῇ πόλει Ἐπανομῆς, Παρθένε Ἰάτρισσα,
πιστῶς προσκυνούντων τὴν σὴν εἰκόνα.

Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόνος τῆς σῆς, Στυλαρινὴ Ἰάτρισσα,
φρουρὲ Μαρμαρᾶ, Κουτλουμουσίου ἔφορε,
ἀντίγραφον γνήσιον
εὐλαβῶς οἱ πιστοὶ ἀσπαζόμεθα
Μῆτερ Θεοῦ, ἐν τῇ Ἐπανομῇ,
αἰνούσῃ πληθὺν τῶν θαυμασίων σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Ἡ εἰκών σου, Ἰάτρισσα,
ἡ κατηυγασμένη ἀΰλῳ φέγγει σου
εὑρεθεῖσα, λύει ζόφωσιν
τῶν προσκυνητῶν αὐτῆς στενώσεων.

Ἰατρεύει νοσήματα
ἀλγεινὰ εἰκών σου ἡ πανσεβάσμιος
ἐν Ἐπανομῇ, Ἰάτρισσα,
εὐσεβῶν, Στυλαρινή, προσφύγων σου.

Ἀτραποὺς πρὸς θεώσεως
ἴθυνον, Ἰάτρισσα, τοὺς οἰκέτας σου,
νῦν, Στυλαρινή, σῇ χάριτι
σπεύδοντας, Κυρία Μητροπάρθενε.

Τῆς μορφῆς σου τὸ ἔκτυπον
πόθῳ ἀσπαζόμενοι, παντευλόγητε,
ἐν Ἐπανομῇ τὴν χάριν σου
καθομολογοῦμεν τὴν ἀνύστακτον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ῥῦσαι συμφορῶν
καὶ παγίδων τοῦ ἀλάστορος
σοὺς οἰκέτας, ἀγλαὴ Στυλαρινή,
Προκοννήσου ἐγκαλλώπισμα, Ἰάτρισσα.

Ἴθυνον ἡμᾶς
πρὸς σκηνώματα, Ἰάτρισσα,
οὐρανῶν τοὺς προσκυνοῦντας σῆς μορφῆς
ἐν Ἐπανομῇ, Στυλαρινή, τὸ ἔκτυπον.

Σκέπε ἀκλινῶς
Κουτλουμούσιον, Ἰάτρισσα,
τὸ κατέχον σὴν εἰκόνα τὴν σεπτὴν
θησαυρόν, Στυλαρινή, ὡ τιμαλφέστατον.

Στήριζε ἀεὶ
τοὺς Μαρμαρινούς, Ἰάτρισσα,
τοὺς προστρέχοντας τῇ σῇ ἐπισκοπῇ,
θαυμαστὴ Στυλαρινή, ἐν περιστάσεσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἀγλάϊσμα Προκοννήσου πάνσεπτον,
εὐσεβῶν Μαρμαρινῶν ἡ προστάτις,
Στυλαρινή, σὴν ἁγίαν εἰκόνα
Κουτλουμουσίου Μονὴ ἡ ἐν Ἄθωνι
ὡς σκέπην ἔχει κραταιὰν
καὶ θερμὸν ἐν δεινοῖς καταφύγιον.

Ἐπάκουσον τῶν ἡμῶν δεήσεων,
θαυμαστὴ Στυλαρινή, Θεοτόκε,
Ἐπανομῆς ἀντιλῆπτορ ταχεῖα,
ἀσπαζομένων εἰκόνος σου ἔκτυπον
Κοιμήσεώς σου ἐν Ναῷ
εὐλαβῶς τῷ πανσέπτῳ, Ἰάτρισσα.

Προκόννησος ἀγλαῶς σεμνύνεται
τῇ εὑρέσει τῆς σεπτῆς σου εἰκόνος
ἐν στυλαρίῳ, Κυρία Παρθένε,
Θεογεννῆτορ, Ἰάτρισσα πάναγνε,
καὶ μεγαλύνει σε ἀεὶ
ὡς αὐτῆς εὐσεβῶν παραμύθιον.

Ἀνύστακτε ἀρωγέ, Ἰάτρισσα,
πενομένων καὶ στενόντων, Παρθένε,
Στυλαρινή, μὴ ἐλλείπῃς θεόθεν
ἐπιτηροῦσα τοὺς σὲ μεγαλύνοντας
καὶ ἐφορῶσα τοὺς πιστῶς
προσκυνοῦντας τὴν θείαν εἰκόνα σου.

Ἰάτρευσον,
Στυλαρινή,τῶν προσφύγων σου ἀλγηδόνας
ἐν τῇ πόλει Ἐπανομῆς, Παρθένε Ἰάτρισσα,
πιστῶς προσκυνούντων τὴν σὴν εἰκόνα.

Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Στυλαρινὴ Θεοτόκε, Ἰάτρισσα,
Ἐπανομῆς ἀντιλῆπτορ καὶ ἔφορε,
περιχαρῶς οἱ πιστοὶ ἀσπαζόμενοι
τῆς σῆς πανσέπτου μορφῆς τὸ ἀντίγραφον
χαρᾶς, ἰσχύος καὶ σθένους πληρούμεθα.

Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. α΄ 39 - 49, 56 )
Ζήτει τῇ ΙΕ΄ Αὐγούστου.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου
'Ιατρίσσης πρεσβείαις
ἐξάλειψόν μου, Σῶτερ,
τὴν πληθὺν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.

 Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Θαυμαστὴ Ἰάτρισσα,
Ἐπανομῆς ἀντιλῆπτορ,
ἔμπλησον καρδίαν μου
χαρμονῆς τὸν σπεύδοντα
προσκυνῆσαί σου
τῆς μορφῆς ἔκτυπον,
Κεχαριτωμένη,
ἧς εὑρέθη τὸ πρωτότυπον
φωτὶ ἀΰλῳ σου
ηὐγασμένῳ, Μῆτερ πανάχραντε,
ἐν στυλαρίῳ, Δέσποινα,
νήσου Μαρμαρᾶ, φυλαττόμενον
νῦν ἐν τῷ Σεμνείῳ,
ἁγνή, Κουτλουμουσίου ὡς πηγὴ
τῶν θαυμασίων ἀκένωτος
καὶ κρουνὸς ἰάσεων.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Νέκρωσόν μου τὰ πάθη
τὰ χαμαίζηλα, Μῆτερ,
καὶ πρὸς ἀπάθειαν
ὁδήγησόν με τάχος,
Ἰάτρισσα Παρθένε,
Μαρμαρᾶ θεία ἔφορε
καὶ φύλαξ Ἐπανομῆς,
Στυλαρινὴ Κυρία.

Οὐρανόθεν εὐλόγει
καὶ συντήρει ἐφόδων
ἐχθροῦ ἀπήμονας
τοὺς μεγαλύνοντάς σε,
Στυλαρινή, ἐκθύμως,
Θεοτόκε Ἰάτρισσα,
ὡ εὖχος Ἐπανομῆς
καὶ Προκοννήσου κλέος.

Μὴ ἐλλείπῃς Υἱόν σου
καὶ Θεὸν δυσωποῦσα
ὑπὲρ προσφύγων σου,
Ἐπανομῆς ἀκέστορ,
τῶν πίστει προσκυνούντων
τὴν ἁγίαν εἰκόνα σου,
Στυλαρινὴ θαυμαστή,
ὑπερευλογημένη.

Ἡ ἑτοίμη προστάτις
Μαρμαρᾶ, Θεοτόκε,
σεμνὴ Ἰάτρισσα,
καὶ τοῦ Κουτλουμουσίου
τῆς Μάνδρας ἀντιλήπτωρ,
πειρασμῶν τοὺς οἰκέτας σου,
Παρθένε Στυλαρινή,
συντήρει ὑπερτέρους.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Νῦν χάριτί του
τῇ θείᾳ Ἐπανομῖται
καταφεύγουσιν ἐν δυσθυμίᾳ,
Κεχαριτωμένη,
Στυλαρινὴ Παρθένε.

Σκέδασον τάχος,
Στυλαρινή, τὴν ὁμίχλην
τῶν παθῶν τῶν πιστῶς σοι σπευδόντων
χάριτός σου φέγγει,
Στυλαρινή, τῆς θείας.

Καρδίας πλῆσον,
Στυλαρινή, οὐρανίου
χαρμονῆς οἰκετῶν σου, Παρθένε,
ταῖς πρὸς τὸν Υἱόν σου
ἐνθέρμοις ἱκεσίαις.

Ἐλέους στάξον
ἡμῖν Υἱοῦ σου ῥανίδας,
Μαρμαρᾶ τῶν πιστῶν ἐλεοῦσα,
Μῆτερ τοῦ Ὑψίστου,
Στυλαρινὴ Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Προκόννησος καυχᾶται
σοῦ τῇ προστασίᾳ,
Στυλαρινή, καὶ προνοίᾳ, Ἰάτρισσα,
καὶ ἀντιλήψει σου θείᾳ νῦν Κουτλουμούσιον.

Ἐπανομῆς ἡ ῥῦστις
ἐκ τῆς ἐπηρείας,
Στυλαρινή, τοῦ βεβήλου ἀλάστορος,
καὶ ἀνιάτων ὑπάρχεις νόσων, Ἰάτρισσα.

Χαρὰ τῶν θλιβομένων,
φάρος ποντουμένων,
Στυλαρινή, Θεοτόκε Ἰάτρισσα,
καὶ τεῖχος διωκομένων ὑπάρχεις ἄσειστον.

Μαρμαρινῶν ἑτοίμη
βοηθὸς ἐν πάσαις
ἀνάγκαις ὤφθης, Παρθένε Ἰάτρισσα,
Στυλαρινή, καὶ ἀκέστωρ τῶν προστρεχόντων σοι.

Ἄξιόν ἐστι ...... καὶ τὰ παρόντα Μεγαλυνάρια.

Χαίροις, Θεοτόκε Στυλαρινή,
Μαρμαρᾶ ἡ σκέπη
καὶ Ἰάτρισσα θαυμαστή,
τοῦ Κουτλουμουσίου
φρουρὸς καὶ ἀντιλήπτωρ
Ἐπανομῆς, ὑμνούσης
σοῦ τὰ θαυμάσια.

Ἐν τῷ στυλαρίῳ Μαρμαρινοὶ
περιηυγασμένην
τῆς σῆς χάριτος τῷ φωτὶ
εὗρον σὴν εἰκόνα,
Στυλαρινὴ Παρθένε,
Ἰάτρισσα τοῦ κόσμου,
Θεογεννήτρια.

Σοῦ τῇ προστασίᾳ Μαρμαρινοὶ
καὶ Ἐπανομῖται
καταφεύγουσιν ἐν δεινοῖς,
θλίψεσι τοῦ βίου
καὶ πάσῃ δυσθυμία,
Στυλαρινή, ταχεῖα
κόσμου Ἰάτρισσα.

Χαίροις, Προκοννήσου ἡ ἀγωγός,
τοῦ Κουτλουμουσίου
ἡ ἀνύστακτος βοηθὸς
καὶ θερμὴ προστάτις
Ἐπανομῆς, Παρθένε,
Στυλαρινὴ Κυρία,
Μῆτερ Ἰάτρισσα.

Ἔχει ὡς ἀτίμητον θησαυρὸν
σὴν σεπτὴν εἰκόνα,
Θεοκῦμον, Ἐπανομή,
καὶ αὐτῇ προσπίπτει
ἐν πειρασμοῖς, ἀνάγκαις,
Στυλαρινή, καὶ λύπαις,
Μῆτερ Ἰάτρισσα.

Ἔχει Κουτλουμούσιον σὴν μορφὴν
τὴν σεπτήν, Παρθένε,
Θεοτόκε Στυλαρινή,
ὡς χαρίτων σκεῦος
καὶ ἔκτυπον ὡς ὄλβον
Ἐπανομή, Κυρία,
ταύτης ἀσύλητον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μαρμαρᾶ ἡ προστάτις, Μῆτερ Ἰάτρισσα,
Στυλαρινὴ Θεοτόκε,
Κουτλουμουσίου Μονὴ
τῇ εἰκόνι σου σεμνύνεται καὶ γάνυται
σῇ ἀρωγῇ Ἐπανομή,
ὥσπερ ὄλβον τιμαλφῆ
ἀντίγραφον τῆς μορφῆς σου
ἔχουσα, νέμον ἰάσεις
νοσοῦσι σπεύδουσι σῇ χάριτι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Μῆτερ θαυμαστή, Στυλαρινή,
Μαρμαρᾶ τῆς νήσου ἀκέστορ
καὶ ταχινὴ ἀρωγέ,
σῆς μορφῆς τὸ ἔκτυπον
ἧς Κουτλουμούσιον
θησαυρίζει πρωτότυπον
ἀντίγραφον θεῖον
πόθῳ ἀσπαζόμεθα,
σεμνὴ Ἰάτρισσα,
ἐν Ἐπανομῇ, καὶ χαρίτων
θείων ἐμπιμπλάμεθα πάντες,
Κεχαριτωμένη Μητροπάρθενε.

Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.



Δίστιχον.
Πρεσβύτερον Γεώργιον περιφρούρει,
Ἰάτρισσα Μῆτερ, Χαραλάμπης ψάλλει.



Τ Ε Λ Ο Σ
Κ Α Ι  Δ Ο Ξ Α
Τ ῼ  Μ Ο Ν ῼ  Α Λ Η Θ Ι Ν ῼ
Θ Ε ῼ  Η Μ Ω Ν



Ἀριθμ. Καταλ. Π 584 / 6-7-13

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου